Ancient Greek · ~2 min
Section 96
Philo Judaeus, In Flaccum 96
Not analysed yet
εἶτ’ ἐπειδὴ μὲν ἐγνωρίσθησαν ἑτέρου γένους, ἀπελύοντο —πολλὰς γὰρ ὡς Ἰουδαίας ἀκριβῆ μὴ ποιούμενοι τῆς ἀληθείας τὴν ἔρευναν συνελάμβανον —,εἰ δ’ ἐφάνησαν ἡμέτεραι, προσέταττον οἱ ἀντὶ θεατῶν τύραννοι καὶ δεσπόται γεγονότες κρέα χοίρεια διδόναι κομίζοντας. ὅσαι μὲν οὖν φόβῳ κολάσεως ἀπεγεύσαντο, μηδὲν ἔτι δεινὸν προσυπομείνασαι ἀπελύοντο· αἱ δ’ ἐγκρατέστεραι βασανισταῖς παρεδίδοντο πρὸς αἰκίας ἀνηκέστους, ὅπερ τοῦ μηδὲν ἀδικεῖν αὐτὰς σαφεστάτη πίστις ἐστί.