Ancient Greek · ~2 min
Section 10
Philo Judaeus, Legatio Ad Gaium 10
Not analysed yet
ἀρχὴν οὐχὶ τῶν πλείστων καὶ ἀναγκαιοτάτων μερῶν τῆς οἰκουμένης, ἃ δὴ καὶ κυρίως ἄν τις οἰκουμένην εἴποι, δυσὶ ποταμοῖς ὁριζομένην, Εὐφράτῃ τε καὶ Ῥήνῳ, τῷ μὲν ἀποτεμνομένῳ Γερμανίαν καὶ ὅσα θηριωδέστερα ἔθνη, Εὐφράτῃ δὲ Παρθυηνὴν καὶ τὰ Σαρματῶν γένη καὶ Σκυθῶν, ἅπερ οὐχ ἧττον ἐξηγρίωται τῶν Γερμανικῶν, ἀλλ’, ὡς εἶπον ἤδη, τὴν ἀφ’ ἡλίου ἀνιόντος ἄχρι δυομένου τήν τε ἐντὸς ὠκεανοῦ καὶ ὑπερωκεάνιον; ἐφ’ οἷς ὅ τε Ῥωμαίων δῆμος ἐγεγήθει καὶ πᾶσα Ἰταλία τά τε Ἀσιανὰ καὶ Εὐρωπαῖα ἔθνη.