Ancient Greek · ~1 min
Section 101
Philo Judaeus, Legatio Ad Gaium 101
Not analysed yet
Γάιος δὲ πρὸς τίνα χρείαν πέδιλα ἀνελάμβανεν; ἢ ἵνα τὰ δύσφημα καὶ δυσώνυμα, δέον ἡσυχάζεσθαι, βοηδρομῆται τάχει συντόνῳ πάντῃ συνηχοῦντα; καίτοι τί κινήσεως ἐπεσπευσμένης ἔδει; μένων γὰρ κακὰ ἐπὶ κακοῖς ἀμύθητα ὥσπερ ἐξ ἀενάων πηγῶν εἰς ἅπαντα τὰ μέρη τῆς οἰκουμένης ὤμβρει.