Ancient Greek · ~1 min
Section 106
Philo Judaeus, Legatio Ad Gaium 106
Not analysed yet
ἀλλὰ καὶ τὴν ἰατρικὴν Ἀπόλλωνος εὖ πως μετεχάραξεν. ὁ μὲν γὰρ σωτηρίων φαρμάκων εὑρετὴς ἐγένετο πρὸς ὑγείαν ἀνθρώπων, ἀξιῶν καὶ τὰς ὑφ’ ἑτέρων ἐγγινομένας νόσους αὐτὸς ἰᾶσθαι διὰ τὴν ἐκ φύσεως καὶ ἐπιτηδεύσεως ὑπερβάλλουσαν ἡμερότητα.