Ancient Greek · ~1 min
Section 110
Philo Judaeus, Legatio Ad Gaium 110
Not analysed yet
ἆρα ἄξιον τούτοις ἀντιθεῖναι τὰ παλίμφημα Γαΐου λόγια, δι’ ὧν πενίαι καὶ ἀτιμίαι καὶ φυγαὶ καὶ θάνατοι προεμηνύοντο τοῖς πανταχοῦ τῶν ἐν τέλει καὶ δυνατῶν; τίς οὖν κοινωνία πρὸς Ἀπόλλωνα τῷ μηδὲν οἰκεῖον ἢ συγγενὲς ἐπιτετηδευκότι; πεπαύσθω καὶ ὁ ψευδώνυμος Παιὰν τὸν ἀληθῆ Παιᾶνα μιμούμενος· οὐ γὰρ ὥσπερ τὸ νόμισμα παράκομμα καὶ θεοῦ μορφὴ γίνεται.