Ancient Greek · ~1 min
Section 114
Philo Judaeus, Legatio Ad Gaium 114
Not analysed yet
Ἆρά γε ἤδη μεμαθήκαμεν ἐκ τούτων, ὅτι οὐδενὶ θεῶν ἀλλ’ οὐδὲ ἡμιθέων ἐξομοιοῦσθαι δεῖ Γάιον, μήτε φύσεως μήτε οὐσίας ἀλλὰ μηδὲ προαιρέσεως τετυχηκότα τῆς αὐτῆς; τυφλὸν δέ, ὡς ἔοικεν, ἡ ἐπιθυμία, καὶ μάλισθ’ ὅταν προσλάβῃ κενοδοξίαν ὁμοῦ καὶ φιλονεικίαν μετὰ τῆς μεγίστης ἐξουσίας, ὑφ’ ἧς ἡμεῖς οἱ πρότερον εὐτυχεῖς ἐπορθούμεθα.