Ancient Greek · ~1 min
Section 116
Philo Judaeus, Legatio Ad Gaium 116
Not analysed yet
οἱ μὲν γὰρ ἄλλοι πάντες, ἄνδρες, γυναῖκες, πόλεις, ἔθνη, χῶραι, κλίματα γῆς, ὀλίγου δέω φάναι πᾶσα ἡ οἰκουμένη, καίτοι στένοντες ἐπὶ τοῖς γινομένοις, οὐδὲν ἧττον ἐκολάκευον αὐτὸν ἀποσεμνύνοντες πλέον τοῦ μετρίου καὶ τὸν τῦφον συναύξοντες. ἔνιοι δὲ καὶ τὸ βαρβαρικὸν ἔθος εἰς Ἰταλίαν ἤγαγον, τὴν προσκύνησιν, τὸ εὐγενὲς τῆς Ῥωμαϊκῆς ἐλευθερίας παραχαράττοντες.