Ancient Greek · ~1 min
Section 130
Philo Judaeus, Legatio Ad Gaium 130
Not analysed yet
τοῖς δὲ ἐν μέσῃ τῇ πόλει κατακαιομένοις οἰκτρότατος ἦν ὄλεθρος· σπάνει γὰρ ἔστιν ὅτε ξύλων φρύγανα συνεφόρουν καὶ ταῦτα ἀνάψαντες ἐπερρίπτουν τοῖς ἀθλίοις· οἱ δὲ ἡμίφλεκτοι καπνῷ τὸ πλέον ἢ πυρὶ διεφθείροντο, τῆς φρυγανώδους ὕλης πῦρ μὲν ἀμενηνὸν καὶ καπνῶδες ἐξαπτούσης καὶ αὐτίκα σβεννυμένης, ἀνθρακοῦσθαι δὲ διὰ κουφότητα μὴ δυναμένης.