Ancient Greek · ~1 min
Section 140
Philo Judaeus, Legatio Ad Gaium 140
Not analysed yet
τάχα που νῦν φήσουσι τότε οὐκ ἂν εἰπόντες —τὰς γὰρ τῶν ἀρχόντων εὐπραγίας μᾶλλον ἢ τοὺς ἄρχοντας αὐτοὺς εἰώθασι θεραπεύειν —,ὅτι μείζους μὲν οἱ αὐτοκράτορες τὰ ἀξιώματα καὶ τὰς τύχας τῶν Πτολεμαίων εἰσί, μειζόνων δὲ καὶ τιμῶν τυγχάνειν ὀφείλουσιν.