Ancient Greek · ~1 min
Section 142
Philo Judaeus, Legatio Ad Gaium 142
Not analysed yet
ἀλλ’ εὐγενέστατος κατ’ ἀμφοτέρους τοὺς γονεῖς. ἀλλὰ τὴν παιδείαν; καὶ τίς ἦν φρονιμώτερος ἢ λογιώτερος ἐκείνου τῶν κατ’ αὐτὸν ἀκμασάντων; ἀλλὰ τὴν ἡλικίαν; καὶ ποῖος μᾶλλον ἢ βασιλέων ἢ αὐτοκρατόρων εὐγήρως; οὐ μὴν ἀλλὰ καὶ ἔτι νέος ὢν ὁ πρεσβύτης ἐλέγετο δι’ αἰδῶ τὴν περὶ τὴν ἀγχίνοιαν. οὗτος οὖν ὁ τοιοῦτος καὶ τοσοῦτος ὑμῖν παρώφθη καὶ παρεσύρη. τί δέ;