Ancient Greek · ~2 min
Section 147
Philo Judaeus, Legatio Ad Gaium 147
Not analysed yet
οὗτος ὁ τὰς πόλεις ἁπάσας εἰς ἐλευθερίαν ἐξελόμενος, ὁὁ τὴν ἀταξίαν εἰς τάξιν ἀγαγών, ὁὁ τὰ ἄμικτα ἔθνη καὶ θηριώδη πάντα ἡμερώσας καὶ ἁρμοσάμενος, ὁ τὴν μὲν Ἑλλάδα Ἑλλάσι πολλαῖς παραυξήσας, τὴν δὲ βάρβαρον ἐν τοῖς ἀναγκαιοτάτοις τμήμασιν ἀφελληνίσας, ὁὁ εἰρηνοφύλαξ, ὁὁ διανομεὺς τῶν ἐπιβαλλόντων ἑκάστοις, ὁὁ τὰς χάριτας ἀταμιεύτους εἰς μέσον προθείς, ὁὁ μηδὲν ἀποκρυψάμενος ἀγαθὸν ἢ καλὸν ἐν ἅπαντι τῷ ἑαυτοῦ βίῳ.