Ancient Greek · ~2 min
Section 149
Philo Judaeus, Legatio Ad Gaium 149
Not analysed yet
καὶ μὴν εἴ τινι καινὰς καὶ ἐξαιρέτους ἔδει ψηφίζεσθαι τιμάς, ἐκείνῳ προσῆκον ἦν, οὐ μόνον ὅτι τοῦ Σεβαστοῦ γένους ἀρχή τις ἐγένετο καὶ πηγή, οὐδὲ ὅτι πρῶτος καὶ μέγιστος καὶ κοινὸς εὐεργέτης, ἀντὶ πολυαρχίας ἑνὶ κυβερνήτῃ παραδοὺς τὸ κοινὸν σκάφος οἰακονομεῖν ἑαυτῷ, θαυμασίῳ τὴν ἡγεμονικὴν ἐπιστήμην —τὸ γὰρ "οὐκ ἀγαθὸν πολυκοιρανίη“ λέλεκται δεόντως, ἐπειδὴ πολυτρόπων αἴτιαι κακῶν αἱ πολυψηφίαι —,ἀλλ’ ὅτι καὶ πᾶσα ἡ οἰκουμένη τὰς ἰσολυμπίους αὐτῷ τιμὰς ἐψηφίσαντο.