Ancient Greek · ~2 min
Section 157
Philo Judaeus, Legatio Ad Gaium 157
Not analysed yet
ἀλλ’ ὅμως οὔτε ἐξῴκισε τῆς Ῥώμης ἐκείνους οὔτε τὴν Ῥωμαϊκὴν αὐτῶν ἀφείλετο πολιτείαν, ὅτι καὶ τῆς Ἰουδαϊκῆς ἐφρόντιζον, οὔτε ἐνεωτέρισεν εἰς τὰς προσευχὰς οὔτε ἐκώλυσε συνάγεσθαι πρὸς τὰς τῶν νόμων ὑφηγήσεις οὔτε ἠναντιώθη τοῖς ἀπαρχομένοις, ἀλλ’ οὕτως ὡσίωτο περὶ τὰ ἡμέτερα, ὥστε μόνον οὐ πανοίκιος ἀναθημάτων πολυτελείαις τὸ ἱερὸν ἡμῶν ἐκόσμησε, προστάξας καὶ διαιωνίους ἀνάγεσθαι θυσίας ἐντελεχεῖς ὁλοκαύτους καθ’ ἑκάστην ἡμέραν ἐκ τῶν ἰδίων προσόδων ἀπαρχὴν τῷ ὑψίστῳ θεῷ, αἳ καὶ μέχρι νῦν ἐπιτελοῦνται καὶ εἰς ἅπαν ἐπιτελεσθήσονται, μήνυμα τρόπων ὄντως αὐτοκρατορικῶν.