Ancient Greek · ~1 min
Section 161
Philo Judaeus, Legatio Ad Gaium 161
Not analysed yet
καὶ τοῖς πανταχόσε χειροτονουμένοις ὑπάρχοις ἐπέσκηψε παρηγορῆσαι μὲν τοὺς κατὰ πόλεις τῶν ἀπὸ τοῦ ἔθνους, ὡς οὐκ εἰς πάντας προβάσης τῆς ἐπεξελεύσεως, ἀλλ’ ἐπὶ μόνους τοὺς αἰτίους —ὀλίγοι δὲ ἦσαν —,κινῆσαι δὲ μηδὲν τῶν ἐξ ἔθους, ἀλλὰ καὶ παρακαταθήκην ἔχειν τούς τε ἄνδρας ὡς εἰρηνικοὺς τὰς φύσεις καὶ τὰ νόμιμα ὡς ἀλείφοντα πρὸς εὐστάθειαν.