Ancient Greek · ~1 min
Section 163
Philo Judaeus, Legatio Ad Gaium 163
Not analysed yet
θεοῦ κλῆσις οὕτως ἐστὶ σεμνὸν παρ’ αὐτοῖς, ὥστε καὶ ἴβεσι καὶ ἰοβόλοις ἀσπίσι ταῖς ἐγχωρίοις καὶ πολλοῖς ἑτέροις τῶν ἐξηγριωμένων αὐτῆς θηρίων μεταδεδώκασιν· ὥστε εἰκότως ἀταμιεύτοις χρώμενοι ταῖς εἰς θεὸν τεινούσαις προσηγορίαις ἀπατῶσι μὲν τοὺς ὀλιγόφρονας καὶ ἀπείρους τῆς Αἰγυπτιακῆς ἀθεότητος, ἁλίσκονται δὲ ὑπὸ τῶν ἐπισταμένων τὴν πολλὴν αὐτῶν ἠλιθιότητα, μᾶλλον δὲ ἀσέβειαν.