Ancient Greek · ~2 min
Section 168
Philo Judaeus, Legatio Ad Gaium 168
Not analysed yet
ἐπεὶ δὲ ὁ μὲν ἐτελεύτησε, Γάιος δὲ τὴν ἡγεμονίαν διεδέξατο, νέῳ δεσπότῃ παρεπόμενος εἰς ἀνέσεις καὶ τρυφὴν τὴν διὰ πάσης αἰσθήσεως ἐπιχαλῶντι „σός“ εἶπε „νῦν ὁ καιρός ἐστιν, Ἑλικών, ἐπέγειρε σαυτόν· ἔχεις πρὸς ἐπίδειξιν ἀκροατὴν καὶ θεατὴν τὸν πάντων ἄριστον· εὔθικτος εἶ τὴν φύσιν· σκώπτειν καὶ χαριεντίζεσθαι δύνασαι μᾶλλον ἑτέρων· ἀθύρματα καὶ παιδιὰς ληρώδεις καὶ παρασεσυρμένας οἶδας· τῶν ἐγκυκλίων οὐχ ἧττον πεπαίδευσαι τὰ ἀχόρευτα· πρόσεστί σοι καὶ τὸ στωμύλον οὐκ ἀτερπές.