Ancient Greek · ~1 min
Section 173
Philo Judaeus, Legatio Ad Gaium 173
Not analysed yet
ὁ δὲ τὸν καιρὸν ἐκεῖνον ὀνειροπολῶν, ἐν ᾧ παρόντος τοῦ δεσπότου καὶ σὺν αὐτῷ σχεδόν τι τῆς οἰκουμένης —οὐ γὰρ ἦν ἄδηλον, ὅτι κατὰ θεραπείαν Γαΐῳ συνεισβαλεῖ τὸ δοκιμώτατον καὶ ὅσον τῶν πόλεων ὄψις ἐστὶν ἀναστὰν ἀπὸ περάτων αὐτῶν —ὑπὸ τῆς μεγίστης καὶ ἐνδοξοτάτης πόλεως τιμηθήσεται, πάντα ὑπισχνεῖτο.