Ancient Greek · ~2 min
Section 178
Philo Judaeus, Legatio Ad Gaium 178
Not analysed yet
Ἐν ἀπόροις δὲ καὶ ἐν ἀμηχάνοις ὄντες, ἐπειδὴ πάντα λίθον κινοῦντες ὑπὲρ τοῦ τὸν Ἑλικῶνα ἐξευμενίσασθαι πάροδον οὐδεμίαν ἀνευρίσκομεν, μηδενὸς μήτε εἰπεῖν μήτε προσελθεῖν τολμῶντος ἕνεκα τῆς ἀλαζονείας καὶ βαρύτητος, ᾗ πρὸς πάντας ἐκέχρητο, καὶ ἅμα διὰ τὸ ἀγνοεῖν, εἴ τίς ἐστιν αὐτῷ πρὸς τὸ Ἰουδαίων γένος ἀλλοτρίωσις ἀλείφοντι τὸν δεσπότην ἀεὶ καὶ συγκροτοῦντι κατὰ τοῦ ἔθνους, τὸ μὲν ἔτι πονεῖσθαι περὶ τοῦτο τὸ μέρος εἰάσαμεν, τοῦ δὲ ἀναγκαιοτέρου περιειχόμεθα· γραμματεῖον γὰρ ἔδοξεν ἀναδοῦναι Γαΐῳ κεφαλαιώδη τύπον περιέχον ὧν τε ἐπάθομεν καὶ ὧν τυχεῖν ἠξιοῦμεν.