Ancient Greek · ~1 min
Section 18
Philo Judaeus, Legatio Ad Gaium 18
Not analysed yet
ὅτε γοῦν ἤρξατο λωφᾶν ἡ νόσος, ἐν βραχεῖ καὶ οἱ μέχρι περάτων συνῄσθοντο —φήμης γὰρ οὐδὲν ὠκύτερον —,καὶ μετέωρος πᾶσα πόλις ἦν ἀκοῆς ἀεὶ διψῶσα βελτίονος, ἕως διὰ τῶν ἐπιφοιτώντων παντελὴς ῥῶσις εὐηγγελίσθη, δι’ ἣν πάλιν ἐξ ὑπαρχῆς ἐπὶ τὰς αὐτὰς ἐτρέποντο θυμηδίας, ἰδίαν ἑαυτῶν νομίζουσαι σωτηρίαν πᾶσαι μὲν ἤπειροι πᾶσαι δὲ νῆσοι.