Ancient Greek · ~1 min
Section 181
Philo Judaeus, Legatio Ad Gaium 181
Not analysed yet
δεξιωσάμενος γὰρ ἡμᾶς ἐν τῷ πρὸς Τιβέρει πεδίῳ τὸ πρῶτον —ἔτυχε δὲ ἐκ τῶν μητρῴων ἐξιὼν κήπων —ἀντιπροσηγόρευσε καὶ τὴν δεξιὰν χεῖρα κατέσεισεν αἰνιττόμενος εὐμένειαν καὶ τὸν ἐπὶ τῶν πρεσβειῶν, Ὅμιλον ὄνομα, προσπέμψας „αὐτὸς“ ἔφη „τῆς ὑμετέρας ὑποθέσεως ἀκούσομαι προσευκαιρήσας“, ὥστε τοὺς ἐν κύκλῳ πάντας συνήδεσθαι καθάπερ ἤδη νενικηκόσι καὶ τῶν ἡμετέρων ὅσοι ταῖς ἐπιπολαίοις παράγονται φαντασίαις.