Ancient Greek · ~1 min
Section 186
Philo Judaeus, Legatio Ad Gaium 186
Not analysed yet
φροντίζουσι δὲ ἡμῖν τῆς ὑποθέσεως —ἀεὶ γὰρ κληθήσεσθαι προσεδοκῶμεν —προσέρχεταί τις ὕφαιμόν τι καὶ ταραχῶδες ὑποβλεπόμενος, ἄσθματος μεστός, καὶ μικρὸν ἀπὸ τῶν ἄλλων ἀπαγαγών —πλησίον γὰρ ἦσάν τινες —„ἠκούσατε“ ἔφη „τὰ καινά; “καὶ μέλλων ἀπαγγέλλειν ἐπεσχέθη, δακρύων ἀθρόας φορᾶς ἐνεχθείσης.