Ancient Greek · ~1 min
Section 189
Philo Judaeus, Legatio Ad Gaium 189
Not analysed yet
θαυμασάντων δὲ τὸ λεχθὲν καὶ πεπηγότων ὑπ’ ἐκπλήξεως καὶ μηδὲ προελθεῖν ἔτι δυναμένων —ἀχανεῖς γὰρ εἱστήκειμεν ὀλιγοδρανοῦντες καὶ καταρρέοντες περὶ αὑτοῖς, τῶν σωματικῶν τόνων ἐκνενευρισμένων —,ἕτεροι παρῆσαν τὰς αὐτὰς φέροντες ὠδῖνας.