Ancient Greek · ~1 min
Section 197
Philo Judaeus, Legatio Ad Gaium 197
Not analysed yet
Ταῦτα ἅμα μὲν ὀλοφυρόμενοι τὰς ἀπροσδοκήτους ἀτυχίας ἅμα δὲ καὶ παρηγοροῦντες ἑαυτοὺς ἐλπίδι μεταβολῆς γαληνοτέρας διεξῇμεν. μικρὸν δὲ ἐπισχόντες πρὸς τοὺς ἀπαγγείλαντας „τί καθ’ ἡσυχίαν“ εἴπομεν „κάθησθε, σπινθῆρας αὐτὸ μόνον τοῖς ὠσὶν ἡμῶν ἐνιέντες, ὑφ’ ὧν καιόμεθα καὶ πυρπολούμεθα, δέον προσεξηγεῖσθαι καὶ τὰ κεκινηκότα τὸν Γάιον; “