Ancient Greek · ~1 min
Section 22
Philo Judaeus, Legatio Ad Gaium 22
Not analysed yet
Εὐθὺς γοῦν οὐκ εἰς μακρὰν ὁ σωτὴρ καὶ εὐεργέτης εἶναι νομισθεὶς καί τινας ἀγαθῶν πηγὰς νέας ἐπομβρήσειν Ἀσίᾳ τε καὶ Εὐρώπῃ πρὸς εὐδαιμονίαν ἀκαθαίρετον, ἰδίᾳ τε ἑκάστῳ καὶ πᾶσι κοινῇ, τὸ λεγόμενον δὴ τοῦτο "ἀφ’ ἱερᾶς“ ἤρξατο μεταβαλὼν πρὸς τὸ ἀτίθασον, μᾶλλον δὲ ἣν συνεσκίαζεν ἀγριότητα τῷ πλάσματι τῆς ὑποκρίσεως ἀναφήνας.