Ancient Greek · ~1 min
Section 220
Philo Judaeus, Legatio Ad Gaium 220
Not analysed yet
παρέσχε δὲ εἰς ἀκριβεστέραν σκέψιν ἀναχώρησιν ἡ κατασκευὴ τοῦ ἀνδριάντος· οὔτε γὰρ ἀπὸ τῆς Ῥώμης διεπέμψατο —θεοῦ μοι προνοίᾳ δοκῶ τὴν χεῖρα τῶν ἀδικουμένων ἀφανῶς ὑπερέχοντος —οὔτε τῶν κατὰ Συρίαν ὅστις ἂν ἄριστος εἶναι δοκιμασθῇ μετακομίζειν προσέταξεν, ἐπεὶ κἂν τῷ τάχει τῆς παρανομίας ταχὺς ἐξήφθη ὁ πόλεμος.