Ancient Greek · ~2 min
Section 222
Philo Judaeus, Legatio Ad Gaium 222
Not analysed yet
μεταπεμψάμενος οὖν ὁ Πετρώνιος δημιουργοὺς τῶν ἐν Φοινίκῃ τοὺς φρονιμωτάτους δίδωσι τὴν ὕλην· οἱ δὲ ἐν Σιδῶνι εἰργάζοντο. μεταπέμπεται δὲ καὶ τοὺς ἐν τέλει τῶν Ἰουδαίων ἱερεῖς τε καὶ ἄρχοντας, ἅμα μὲν δηλώσων τὰ ἀπὸ Γαΐου, ἅμα δὲ καὶ συμβουλεύσων ἀνέχεσθαι τῶν ὑπὸ τοῦ δεσπότου προσταττομένων καὶ τὰ δεινὰ πρὸ ὀφθαλμῶν λαμβάνειν· εὐτρεπεῖς γὰρ εἶναι τῶν κατὰ Συρίαν στρατιωτικῶν δυνάμεων τὰς μαχιμωτέρας, αἳ πᾶσαν τὴν χώραν καταστορέσουσι νεκρῶν.