Ancient Greek · ~1 min
Section 224
Philo Judaeus, Legatio Ad Gaium 224
Not analysed yet
„πολλὰ εἰσηνέγκαμεν εἰς εὐγήρω βίον οἱ λίαν εὐτυχεῖς, ἵνα ὃ μηδεὶς πώποτε εἶδε τῶν προγόνων ἡμεῖς θεασώμεθα· τίσιν ὀφθαλμοῖς; ἐκκοπήσονται πρότερον μετὰ τῆς ἀθλίας ψυχῆς καὶ τῆς ἐπωδύνου ζωῆς ἢ τοιοῦτον ὄψονται κακόν, ἀθέατον θέαν, ἣν οὔτε ἀκοῦσαι θέμις οὔτε νοῆσαι. “