Ancient Greek · ~1 min
Section 228
Philo Judaeus, Legatio Ad Gaium 228
Not analysed yet
ἐπεὶ δὲ ὁ Πετρώνιος ἐξ ἀπόπτου κατεφάνη, πᾶσαι αἱ τάξεις καθάπερ κελευσθεῖσαι προσπίπτουσιν εἰς ἔδαφος ὀλολυγὴν θρηνώδη τινὰ μεθ’ ἱκετηριῶν ἀφιεῖσαι. παραινέσαντος δὲ ἀνίστασθαι καὶ προσελθεῖν ἐγγυτέρω, μόλις ἀνίσταντο καὶ καταχεάμενοι πολλὴν κόνιν καὶ ῥεόμενοι δακρύοις, τὰς χεῖρας ἀμφοτέρας εἰς τοὐπίσω περιαγαγόντες τρόπον ἐξηγκωνισμένων, προσῄεσαν.