Ancient Greek · ~1 min
Section 230
Philo Judaeus, Legatio Ad Gaium 230
Not analysed yet
γυναῖκας καὶ τέκνα καὶ γενεὰς ἐπηγαγόμεθά σοι καὶ διὰ σοῦ προσεπέσομεν Γαΐῳ μηδένα οἴκοι καταλιπόντες, ἵνα ἢ περισώσητε πάντας ἢ πάντας πανωλεθρίᾳ διαφθείρητε. Πετρώνιε, καὶ τὰς φύσεις ἐσμὲν εἰρηνικοὶ καὶ τὴν προαίρεσιν, καὶ αἱ διὰ παιδοτροφίαν φιλεργίαι τοῦτο ἡμᾶς ἐξ ἀρχῆς ἐπαίδευσαν τὸ ἐπιτήδευμα.