Ancient Greek · ~1 min
Section 255
Philo Judaeus, Legatio Ad Gaium 255
Not analysed yet
καὶ οἱ μὲν ἥκοντες ἀνέδοσαν τὰς ἐπιστολάς, ὁ δ’ ἔτι μὲν ἀναγινώσκων διῴδει καὶ μεστὸς ἦν ὀργῆς ἐφ’ ἑκάστῳ σημειούμενος· ὡς δὲ ἐπαύσατο, συνεκρότει τὰς χεῖρας "εὖ, Πετρώνιε“, φάσκων „οὐκ ἔμαθες ἀκούειν αὐτοκράτορος· αἱ ἐπάλληλοί σε ἀρχαὶ πεφυσήκασιν· ἄχρι τοῦ παρόντος οὐδὲ ἀκοῇ γνωρίζειν μοι δοκεῖς Γάιον, οὐκ εἰς μακρὰν αὐτοῦ πεῖραν ἕξεις.