Ancient Greek · ~2 min
Section 257
Philo Judaeus, Legatio Ad Gaium 257
Not analysed yet
ἐφοβήθης τὸ πλῆθος· εἶτα οὐ παρῆσαν αἱ στρατιωτικαὶ δυνάμεις, ἃς δέδιεν ἔθνη τὰ ἑῷα καὶ ἡγεμόνες αὐτῶν Παρθυαῖοι; ἀλλ’ ἠλέησας· εἶτα οἴκτῳ μᾶλλον ἐνέδωκας ἢ Γαΐῳ; προφασίζου νῦν ἄμητον, τὸν ἀπροφάσιστον οὐκ εἰς μακρὰν ἐνδεξόμενος αὐτὸς τῇ κεφαλῇ· συγκομιδὴν αἰτιῶ καρπῶν καὶ τὰς εἰς τὴν ἡμετέραν ἄφιξιν παρασκευάς· εἰ γὰρ ἀφορία παντελὴς ἐπέσχε τὴν Ἰουδαίαν, οὐκ ἦσαν αἱ πλησιόχωροι τοσαῦται καὶ οὕτως εὐδαίμονες ἱκαναὶ χορηγεῖν τὰ ἐπιτήδεια καὶ τὴν μιᾶς ἔνδειαν ἀναπληρῶσαι;