Ancient Greek · ~1 min
Section 259
Philo Judaeus, Legatio Ad Gaium 259
Not analysed yet
καὶ μικρὸν ὅσον ἐπισχών τινι τῶν πρὸς ταῖς ἐπιστολαῖς ὑπέβαλε τὰς πρὸς Πετρώνιον ἀποκρίσεις, ἐπαινῶν αὐτὸν ὅσα τῷ δοκεῖν εἰς τὸ προμηθὲς καὶ τὴν τοῦ μέλλοντος ἀκριβῆ περίσκεψιν· σφόδρα γὰρ τοὺς ἐν ἡγεμονίαις εὐλαβεῖτο τὰς πρὸς νεωτεροποιίαν ἀφορμὰς ὁρῶν ἔχοντας ἐν ἑτοίμῳ, καὶ μάλιστα τοὺς ἐν ταῖς μεγάλαις καὶ μεγάλοις ἐπιτάττοντας στρατοπέδοις, ἡλίκα τὰ πρὸς Εὐφράτῃ κατὰ Συρίαν ἐστίν.