Ancient Greek · ~1 min
Section 262
Philo Judaeus, Legatio Ad Gaium 262
Not analysed yet
ὡς δὲ συνόλως οὐδὲν εὕρισκεν, ἐτόπασεν, ὅπερ ἦν εἰκός, ἑτέροις τισὶ πικραίνεσθαι. πάλιν δὲ ὅτε ὑποβλεπόμενον εἶδε καὶ τετακότα τὰς ὄψεις πρὸς μηδένα τῶν παρόντων ἢ μόνον ἐπ’ αὐτόν, ἐδεδίει καὶ πολλάκις ἐρέσθαι διανοηθεὶς ἐπέσχε, τοιοῦτον λαμβάνων λογισμόν· "ἴσως τὴν ἀπειλὴν πρὸς ἑτέρους οὖσαν αὐτὸς ἕλξω περιεργίας ὁμοῦ καὶ προπετείας καὶ θράσους ὑπόληψιν ἐξενεγκάμενος. “