Ancient Greek · ~1 min
Section 265
Philo Judaeus, Legatio Ad Gaium 265
Not analysed yet
οἱ καλοί σου καὶ ἀγαθοὶ πολῖται, παρ’ οἷς μόνοις ἐξ ἅπαντος ἀνθρώπων γένους θεὸς οὐ νομίζεται Γάιος, ἤδη μοι δοκοῦσι καὶ θανατᾶν ἀφηνιάζοντες· ἐμοῦ κελεύσαντος ἐν τῷ ἱερῷ Διὸς ἀνδριάντα ἀνατεθῆναι, πανδημεὶ συνταξάμενοι τῆς πόλεως καὶ τῆς χώρας ὑπεξῆλθον, πρόφασιν ἱκετεύσοντες, τὸ δ’ ἀληθὲς ἐναντία τοῖς προστεταγμένοις ἐργασόμενοι. “