Ancient Greek · ~1 min
Section 274
Philo Judaeus, Legatio Ad Gaium 274
Not analysed yet
οὐ γὰρ ἐξαρκεῖ μοι τῷ βαρυδαίμονι λιμὸν ἀκέσασθαι διὰ ψιλῆς καὶ εἰς εὐτέλειαν ἀπηκριβωμένης τῆς τῶν ἀναγκαίων χρήσεως; οὐδ’ αὐτὰ δὴ ταῦτα προσηκάμην ἄν, εἰ μὴ ἕνεκα τελευταίας βοηθείας, ἣν ὀνειροπολεῖ μου ἡ διάνοια τῷ ταλαιπώρῳ ἔθνει παρασχεῖν. “