Ancient Greek · ~2 min
Section 278
Philo Judaeus, Legatio Ad Gaium 278
Not analysed yet
καλὰ δὲ ἑκάστοις, εἰ καὶ μὴ πρὸς ἀλήθειάν ἐστι, διαφαίνεται τὰ οἰκεῖα· κρίνουσι γὰρ αὐτὰ οὐ λογισμῷ μᾶλλον ἢ τῷ τῆς εὐνοίας πάθει. γεγέννημαι μέν, ὡς οἶδας, Ἰουδαῖος· ἔστι δέ μοι Ἱεροσόλυμα πατρίς, ἐν ᾗ ὁ τοῦ ὑψίστου θεοῦ νεὼς ἅγιος ἵδρυται· πάππων δὲ καὶ προγόνων βασιλέων ἔλαχον, ὧν οἱ πλείους ἐλέγοντο ἀρχιερεῖς, τὴν βασιλείαν τῆς ἱερωσύνης ἐν δευτέρᾳ τάξει τιθέμενοι καὶ νομίζοντες, ὅσῳ θεὸς ἀνθρώπων διαφέρει κατὰ τὸ κρεῖττον, τοσούτῳ καὶ βασιλείας ἀρχιερωσύνην· τὴν μὲν γὰρ εἶναι θεοῦ θεραπείαν, τὴν δὲ ἐπιμέλειαν ἀνθρώπων.