Ancient Greek · ~1 min
Section 287
Philo Judaeus, Legatio Ad Gaium 287
Not analysed yet
διά τε οὖν τὸ πεφυκέναι καὶ διὰ τὸ πλῆθος τῶν εὐεργεσιῶν, αἷς με κατεπλούτισας, θαρρήσας ἂν ἴσως αἰτήσασθαι τῇ πατρίδι καὶ αὐτός, εἰ καὶ μὴ τὴν Ῥωμαϊκὴν πολιτείαν, ἐλευθερίαν γοῦν ἢ φόρων ἄφεσιν, οὐδὲν ἀπετόλμησα τοιοῦτον αἰτήσασθαι, τὸ δὲ φορητότατον, χάριν σοὶ μὲν ἀζήμιον δοῦναι, τῇ δὲ πατρίδι λαβεῖν ὠφελιμωτάτην· τί γὰρ ἂν γένοιτο εὐμενείας ἡγεμόνος ὑπηκόοις ἄμεινον ἀγαθόν;