Ancient Greek · ~1 min
Section 29
Philo Judaeus, Legatio Ad Gaium 29
Not analysed yet
τοῦτον μὲν δὴ καθάπερ ἐν τοῖς ἀγῶσιν ἔφεδρον ὑπολαβὼν εἶναι καταπαλαίει, μήτε συντροφίας μήτε οἰκειότητος μήτε ἡλικίας οἶκτον λαβών, δύστηνον, ὠκύμορον, συνάρχοντα, συγκληρονόμον, τὸν ἐλπισθέντα ποτὲ καὶ μόνον αὐτοκράτορα διὰ τὴν πρὸς Τιβέριον ἐγγυτάτω συγγένειαν· υἱωνοὶ γὰρ πατέρων ἀποθανόντων ἐν υἱῶν τάξει παρὰ πάπποις καταριθμοῦνται.