Ancient Greek · ~2 min
Section 301
Philo Judaeus, Legatio Ad Gaium 301
Not analysed yet
στερρῶς δὲ ἀντιλέγοντος —ἦν γὰρ τὴν φύσιν ἀκαμπὴς καὶ μετὰ τοῦ αὐθάδους ἀμείλικτος —,ἀνεβόησαν· „μὴ στασίαζε, μὴ πολεμοποίει, μὴ κατάλυε τὴν εἰρήνην· οὐκ ἔστιν ἀτιμία νόμων ἀρχαίων αὐτοκράτορος τιμή. μὴ πρόφασις τῆς εἰς τὸ ἔθνος ἐπηρείας ἔστω σοι Τιβέριος· οὐδὲν ἐθέλει τῶν ἡμετέρων καταλύεσθαι. εἰ δὲ φῄς, αὐτὸς ἐπίδειξον ἢ διάταγμα ἢ ἐπιστολὴν ἤ τι ὁμοιότροπον, ἵνα παυσάμενοι τοῦ σοὶ διενοχλεῖν πρέσβεις ἑλόμενοι δεώμεθα τοῦ δεσπότου."