Ancient Greek · ~1 min
Section 303
Philo Judaeus, Legatio Ad Gaium 303
Not analysed yet
οἷα οὖν ἐγκότως ἔχων καὶ βαρύμηνις ὢν ἄνθρωπος ἐν ἀμηχάνοις ἦν, μήτε καθελεῖν τὰ ἅπαξ ἀνατεθέντα θαρρῶν μήτε βουλόμενός τι τῶν πρὸς ἡδονὴν τοῖς ὑπηκόοις ἐργάσασθαι, ἅμα δὲ καὶ τὴν ἐν τούτοις σταθερότητα Τιβερίου μὴ ἀγνοῶν· ἅπερ ὁρῶντες οἱ ἐν τέλει καὶ συνιέντες, ὅτι μετανοεῖ μὲν ἐπὶ τοῖς πεπραγμένοις, δοκεῖν δὲ οὐ βούλεται,