Ancient Greek · ~1 min
Section 309
Philo Judaeus, Legatio Ad Gaium 309
Not analysed yet
τί δὲ ὁ σὸς πρόπαππος, ὁ τῶν πώποτε γενομένων αὐτοκρατόρων ἄριστος, ὁ πρῶτος ἀρετῆς ἕνεκα καὶ τύχης Σεβαστὸς ὀνομασθείς, ὁ τὴν εἰρήνην διαχέας πάντῃ διὰ γῆς καὶ θαλάττης ἄχρι τῶν τοῦ κόσμου περάτων;