Ancient Greek · ~1 min
Section 313
Philo Judaeus, Legatio Ad Gaium 313
Not analysed yet
εἶτα κελεύει μηδένα ἐμποδὼν ἵστασθαι τοῖς Ἰουδαίοις μήτε συνιοῦσι μήτε συνεισφέρουσι μήτε διαπεμπομένοις κατὰ τὰ πάτρια εἰς Ἱεροσόλυμα· ταῦτα γὰρ εἰ καὶ μὴ τοῖς ῥήμασι, τοῖς γοῦν πράγμασιν ἐπέσταλται.