Ancient Greek · ~1 min
Section 325
Philo Judaeus, Legatio Ad Gaium 325
Not analysed yet
τὸν ἐπικρεμάμενον ἀεὶ τοῦ θανάτου φόβον ἀπώσω καὶ τεθνεῶτα τῷ δέει ζωπυρήσας καθάπερ ἐκ παλιγγενεσίας ἀνήγειρας· διατήρησον τὴν χάριν, αὐτοκράτορ, ἵνα μὴ ὁ σὸς Ἀγρίππας ἀποτάξηται τῷ βίῳ· δόξω γὰρ οὐ τοῦ σωθῆναι χάριν ἀφεῖσθαι μᾶλλον ἢ τοῦ βαρυτέρας ἐνδεξάμενος συμφορὰς ἐπισημότερον τελευτῆσαι.