Ancient Greek · ~1 min
Section 330
Philo Judaeus, Legatio Ad Gaium 330
Not analysed yet
Ταῦτα γράψας καὶ σφραγισάμενος πέμπει Γαΐῳ καὶ συγκλεισάμενος οἴκοι κατέμενεν, ἀγωνιῶν καὶ συγκεχυμένος καὶ πῶς ἐντύχοι μάλιστα φροντίζων· οὐ γὰρ βραχὺς ἐπέρριπτο κίνδυνος, ἀλλ’ ὁ περὶ ἀναστάσεως καὶ ἀνδραποδισμοῦ καὶ παντελοῦς πορθήσεως, οὐ μόνον τοῖς τὴν ἱερὰν χώραν κατοικοῦσιν ἀλλὰ καὶ τοῖς πανταχοῦ τῆς οἰκουμένης Ἰουδαίοις.