Ancient Greek · ~2 min
Section 337
Philo Judaeus, Legatio Ad Gaium 337
Not analysed yet
τί δὲ ὄφελος; εἴποι τις ἄν· οὐδὲ γὰρ ἠρεμούντων ὁ Γάιος ἠρέμει, μετανοῶν ἐπὶ τῇ χάριτι ἤδη καὶ τὴν πρὸ μικροῦ ζωπυρῶν ἐπιθυμίαν· προστάττει γὰρ ἕτερον ἀνδριάντα δημιουργεῖσθαι κολοσσιαῖον χαλκοῦν ἐπίχρυσον ἐν Ῥώμῃ, μηκέτι τὸν ἐν Σιδῶνι κινῶν, ἵνα μὴ τῇ κινήσει διαταράξῃ τὸ πλῆθος, ἀλλ’ ἠρεμοῦντος καὶ τῆς ὑπονοίας ἀπηλλαγμένου κατὰ πολλὴν ἡσυχίαν ἀφανῶς ἐν ταῖς ναυσὶ κομισθέντα λαθὼν τοὺς πολλοὺς ἐξαίφνης ἱδρύσηται.