Ancient Greek · ~2 min
Section 347
Philo Judaeus, Legatio Ad Gaium 347
Not analysed yet
σὺ μὲν ἄνθρωπος ὢν αἰθέρα καὶ οὐρανὸν ζητεῖς προσλαβεῖν, οὐκ ἀρκεσθεὶς τῷ πλήθει τῶν τοσούτων ἠπείρων, νήσων, ἐθνῶν, κλιμάτων, ὧν ἀνήψω τὴν ἀρχήν; τὸν δὲ θεὸν οὐδενὸς τῶν ἐνταῦθα καὶ παρ’ ἡμῖν ἀξιοῖς, οὐ χώρας, οὐ πόλεως, ἀλλὰ καὶ τὸν βραχὺν οὕτως περίβολον αὐτῷ καθιερωθέντα καὶ καθοσιωθέντα χρησμοῖς καὶ λογίοις θεσφάτοις ἀφελέσθαι διανοῇ, ἵν’ ἐν τῷ τῆς τοσαύτης γῆς περιβόλῳ μηδὲν ἴχνος μηδὲ ὑπόμνημα καταλειφθῇ τιμῆς καὶ εὐσεβείας τῆς εἰς τὸν ὄντως ὄντα ἀληθῆ θεόν;