Ancient Greek · ~1 min
Section 349
Philo Judaeus, Legatio Ad Gaium 349
Not analysed yet
Ἄξιον δὲ ἐπιμνησθῆναι καὶ ὧν εἴδομέν τε καὶ ἠκούσαμεν μεταπεμφθέντες ἀγωνίσασθαι τὸν περὶ τῆς πολιτείας ἀγῶνα. εἰσελθόντες γὰρ εὐθὺς ἔγνωμεν ἀπὸ τοῦ βλέμματος καὶ τῆς κινήσεως, ὅτι οὐ πρὸς δικαστὴν ἀλλὰ κατήγορον ἀφίγμεθα, τῶν ἀντιτεταγμένων μᾶλλον ἐχθρόν.