Ancient Greek · ~1 min
Section 355
Philo Judaeus, Legatio Ad Gaium 355
Not analysed yet
ἐπεφήμιζον αὐτῷ. γανύμενον δὲ ταῖς ὑπὲρ ἀνθρωπίνην φύσιν προσρήσεσι θεασάμενος ὁ πικρὸς συκοφάντης Ἰσίδωρος „ἔτι μᾶλλον“ ἔφη, „δέσποτα, μισήσεις τοὺς παρόντας καὶ τοὺς ὧν εἰσιν ὁμόφυλοι, ἐὰν γνῷς τὴν εἰς σὲ κακόνοιαν αὐτῶν καὶ ἀσέβειαν· ἁπάντων γὰρ ἀνθρώπων ὑπὲρ σωτηρίας τῆς σῆς θυσίας ἀναγόντων εὐχαριστηρίους, οὐχ ὑπέμειναν οὗτοι μόνοι θύειν· ὅταν δὲ οὗτοι λέγω, καὶ τοὺς ἄλλους Ἰουδαίους συμπαραλαμβάνω. “