Ancient Greek · ~1 min
Section 362
Philo Judaeus, Legatio Ad Gaium 362
Not analysed yet
ἀποκριναμένων δὲ ἡμῶν, ὅτι „νόμιμα παρ’ ἑτέροις ἕτερα καὶ χρῆσις ἐνίων ὡς ἡμῖν καὶ τοῖς ἀντιδίκοις ἀπείρηται“, καὶ φαμένου τινὸς „ὡς πολλοί γε καὶ τὰ προχειρότατα ἀρνία οὐ προσφέρονται“, γελάσας „εὖ γε“ εἶπεν, „ἔστι γὰρ οὐχ ἡδέα. “