Ancient Greek · ~1 min
Section 364
Philo Judaeus, Legatio Ad Gaium 364
Not analysed yet
ἀρξαμένων δὲ λέγειν καὶ διδάσκειν, ἀπογευσάμενος τῆς δικαιολογίας καὶ συνεὶς ὡς οὐκ ἔστιν εὐκαταφρόνητος, πρὶν ἐπενεγκεῖν τὰ ἐχυρώτερα, συγκόψας καὶ τὰ πρότερα δρομαῖος εἰς τὸν μέγαν οἶκον εἰσεπήδησε καὶ περιελθὼν προστάττει τὰς ἐν κύκλῳ θυρίδας ἀναληφθῆναι τοῖς ὑάλῳ λευκῇ παραπλησίως διαφανέσι λίθοις, οἳ τὸ μὲν φῶς οὐκ ἐμποδίζουσιν, ἄνεμον δὲ εἴργουσι καὶ τὸν ἀφ’ ἡλίου φλογμόν.